Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 49

[49] προειπὼν δὲ τὸ „ὁμοίωμα οὐκ εἴδετε“ ἐπιφέρει „ἀλλ’ ἢ φωνήν„, ἣν πάντως εἴδετε — τὸ γὰρ προσυπακουόμενον τοῦτ’ ἂν εἴη —· ὥσθ’ οἱ μὲν τοῦ θεοῦ λόγοι ὅρασιν ἔχουσι τὴν ἐν ψυχῇ κριτήριον, ἀκοὴν δ’ οἱ εἰς ὀνομάτων καὶ ῥημάτων ἰδέας μεριζόμενοι.