[48] ἔστι δ’ ὅπου τὰ ἀκουστὰ τῶν ὁρατῶν καὶ ἀκοὴν ὁράσεως διακρίνει λέγων· „φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν“ (Deut. 4, 12), ἄγαν περιττῶς· τὴν μὲν γὰρ εἰς ὄνομα καὶ ῥῆμα καὶ συνόλως τὰ τοῦ λόγου μέρη τεμνομένην ἀκουστὴν εἰκότως εἶπεν — ὑπὸ γὰρ ἀκοῆς [14] [15] δοκιμάζεται —, τὴν δὲ μὴ ῥημάτων μηδ’ ὀνομάτων ἀλλὰ θεοῦ φωνήν, ὁρωμένην τῷ τῆς ψυχῆς ὄμματι, ὁρατὴν δεόντως εἰσάγει.