Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 37

[37] τὸ δὲ ξύλον τοῦτο οὐ μόνον τροφήν, ἀλλὰ καὶ ἀθανασίαν ἐπαγγέλλεται· τὸ γὰρ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ φησὶ πεφυτεῦσθαι (Gen. 2, 9), τὴν ἀγαθότητα δορυφορουμένην ὑπὸ τῶν κατὰ μέρος ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων· αὕτη [M.442] γὰρ τὸν μεσαίτατον καὶ ἄριστον ἐν ψυχῇ κεκλήρωται τόπον.