Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 36

[36] [cap.8] τὸ μὲν οὖν δεικνύμενον τὸ ἀξιόρατον καὶ ἀξιοθέατον καὶ ἀξιέραστόν ἐστι, τὸ τέλειον ἀγαθόν, ὃ καὶ τὰς τῆς ψυχῆς πικρίας πέφυκε μεταβάλλον γλυκαίνειν, ἡδυσμάτων συμπάντων παράρτυμα κάλλιστον, δι’ οὗ καὶ τὰ μὴ τρέφοντα τροφὴ γίνεται σωτήριος· λέγεται γὰρ ὅτι „ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ“ (Exod. 15,25), τὸν κεχυμένον καὶ πλαδῶντα καὶ πικρίας γέμοντα νοῦν, ἵνα γλυκανθεὶς ἡμερωθῇ.