Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 204

[204] ὅλῃ δὲ Αἰγύπτῳ καὶ νόμους ἀναγράφει, ὅπως τιμῶσιν αὐτὰς καὶ φόρους καὶ δασμοὺς ὡς βασιλεῦσιν ἀνὰ πᾶν ἔτος κομίζωσι· τὸν γὰρ σῖτον ἀποπεμπτοῦν κελεύει (Gen. 47,24), τὸ δέ ἐστιν ὕλας καὶ τροφὰς ἀφθόνους θησαυροφυλακεῖν ταῖς πέντε αἰσθήσεσιν, ὅπως ἑκάστη τῶν οἰκείων ἀνεπισχέτως ἐμπιπλαμένη τρυφᾷ καὶ τὸν νοῦν τοῖς ἐπεισφορουμένοις βαρύνουσα βαπτίζῃ· ταῖς γὰρ τῶν αἰσθήσεων εὐωχίαις λιμὸν ἄγει διάνοια, ὡς ἔμπαλιν ταῖς νηστείαις εὐφροσύνας.