[203] (Gen. 50,3). [cap.37] οὗτος μὲν οὖν ὁ ἀριθμός, ὡς ἔφην, Μωυσέως γνώριμος, ὁ δὲ τῶν πέντε αἰσθήσεων τοῦ καὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἀσπαζομένου, ὃν ἔθος καλεῖν Ἰωσήφ. τοσαύτην γὰρ αὐτῶν ἐπιμέλειαν πεποίηται, ὥστε τὸν μὲν ὁμογάστριον ἀδελφόν, τὸν αἰσθήσεως ἔκγονον ὄντα — ἥκιστα γὰρ ὁμοπατρίους οἶδε —, πέντε ἐξάλλοις δωρεῖται στολαῖς (Gen. 45,22), διαπρεπεῖς ἡγούμενος τὰς αἰσθήσεις καὶ κόσμου καὶ τιμῆς ἀξίας.