Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 201

[201] ὅταν δὲ τὸν θεὸν ὁρᾶν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ, μόνῳ χρήσεται τῷ ἑβδομηκοστῷ λόγῳ, [M.468] τὴν πεντάδα τῶν αἰσθήσεων ἐκτεμών· λέγεται γὰρ ὅτι „ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον“ (Deut. 10,22). [53] [54] οὗτός ἐστιν ὁ ἀριθμὸς Μωυσέως τοῦ σοφοῦ γνώριμος· τοὺς γὰρ ἀριστίνδην ἐκ παντὸς τοῦ πλήθους ἐπιλελεγμένους ἑβδομήκοντα εἶναι συμβέβηκε καὶ πρεσβυτέρους ἅπαντας, οὐχ ἡλικίαις ἀλλὰ φρονήσει καὶ βουλαῖς, γνώμαις τε καὶ ἀρχαιοτρόποις ζηλώσεσιν.