Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 200

[200] τοῦ γὰρ ἀθλοῦντος καὶ τὸν ὑπὲρ κτήσεως ἀρετῆς ἱερὸν ὄντως ἀγῶνα μὴ διαφθείροντος ψυχαὶ μὲν πρὸ σωμάτων γεννήματα, οὔπω δ’ ἐκτετμημέναι τὸ ἄλογον, ἀλλ’ ἔτι τὸν αἰσθήσεως ὄχλον ἐφελκόμεναι. παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος·