Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 185

[185] κατάβητε οὖν ἀπ’ οὐρανοῦ καὶ καταβάντες μὴ πάλιν γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ φυτῶν καὶ ζῴων ἰδέας ἐξετάζετε, μόνους δὲ ἑαυτοὺς καὶ τὴν ἑαυτῶν φύσιν ἐρευνᾶτε, μὴ ἑτέρωθι μᾶλλον οἰκήσαντες ἢ παρ’ ἑαυτοῖς· διαθεώμενοι γὰρ τὰ κατὰ τὸν ἴδιον οἶκον, τὸ δεσπόζον ἐν αὐτῷ, τὸ ὑπήκοον, τὸ ἔμψυχον, τὸ ἄψυχον, τὸ λογικόν, τὸ ἄλογον, τὸ ἀθάνατον, τὸ θνητόν, τὸ ἄμεινον, τὸ χεῖρον, εὐθὺς ἐπιστήμην θεοῦ καὶ τῶν ἔργων αὐτοῦ σαφῆ λήψεσθε.