[184] τῶν μετ’ αὐτὸν ἐμφερόμενος. [cap.33] τούτων λεγομένων ἐπὶ τῇ τῆς Χαλδαϊκῆς δόξης ἀνατροπῇ τοὺς ἔτι τὴν γνώμην χαλδαΐζοντας μετακλίνειν καὶ μετακαλεῖν οἴεται δεῖν ἐπὶ τὴν ἀλήθειαν, τῆς διδασκαλίας ἀρχόμενος ὧδε· τί, φησίν, ὦ θαυμάσιοι, τοσοῦτον αἰφνίδιον ἀρθέντες ἀπὸ γῆς εἰς ὕψος ἐπινήχεσθε καὶ τὸν ἀέρα ὑπερκύψαντες αἰθεροβατεῖτε, ὡς ἡλίου κινήσεις καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τὰς ἐμμελεῖς καὶ ἀοιδίμους ἀκριβοῦν χορείας; ταῦτα γὰρ μείζονα ἢ κατὰ τὰς ὑμετέρας ἐστὶν ἐπινοίας ἅτε εὐδαιμονεστέρας καὶ θειοτέρας μοίρας λαχόντα.