Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 176

[176] [cap.32] „Ἀβραὰμ δὲ ἦν“ φησίν „ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4). περὶ μὲν οὖν τοῦ τῶν πέντε καὶ ἑβδομήκοντα ἐτῶν ἀριθμοῦ — λόγον γὰρ ἔχει συνῳδὸν τοῖς πρόσθεν εἰρημένοις — αὖθις ἀκριβώσομεν. τίς δέ ἐστι Χαρρὰν καὶ τίς ἡ ἐκ [46] ταύτης ἀποικία τῆς χώρας, πρότερον ἐρευνήσωμεν.