Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 175

[175] ἐπειδὰν δὲ πρὸς ἄκραν ἐπιστήμην ἀφίκηται, συντόνως ἐπιδραμὼν ἰσοταχήσει τῷ πρόσθεν ἡγουμένῳ τῆς ὁδοῦ· ἀμφότεροι γὰρ οὕτως ὀπαδοὶ γενήσονται τοῦ πανηγεμόνος θεοῦ μηδενὸς ἔτι τῶν ἑτεροδόξων παρακολουθοῦντος, ἀλλὰ καὶ τοῦ Λώτ, ὃς ἔκλινε τὴν ψυχὴν ὀρθὴν καὶ ἀκαμπῆ φύεσθαι δυναμένην, διοικισθέντος.