[153] διὸ καὶ τῷ ἐπίμικτος πρόσκειται πολύς· ὁ μὲν γὰρ πρὸς ἓν μόνον ἀφορῶν ἁπλοῦς καὶ [M.460] ἀμιγὴς καὶ λεῖος ὄντως, ὁ δὲ πολλὰ τέλη τοῦ βίου προτιθέμενος πολὺς καὶ μιγὰς καὶ δασὺς ἀληθείᾳ. οὗ χάριν οἱ χρησμοὶ τὸν μὲν ἀσκητὴν τῶν καλῶν Ἰακὼβ λεῖον, τὸν δὲ τῶν αἰσχίστων Ἠσαῦ δασὺν εἰσάγουσι (Gen. 27, 11).