[152] λέγεται γὰρ ὅτι „καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς, καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα“ (Exod. 12, 38), ὁ δὲ ἐπίμικτος οὗτος ἦν τὰ κτηνώδη καὶ ἄλογα τῆς ψυχῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δόγματα. [cap.28] παγκάλως δὲ καὶ εὐθυβόλως τὴν τοῦ φαύλου ψυχὴν ἐπίμικτον καλεῖ· συνῃρημένη γὰρ καὶ συμπεφορημένη καὶ μιγὰς ὄντως ἐκ πλειόνων καὶ μαχομένων δοξῶν, μία μὲν οὖσα ἀριθμῷ, μυριὰς δὲ τῷ πολυτρόπῳ.