Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 150

[150] τεκμήριον δέ· ὁ μὲν ἐπὶ τὴν ἀρχαίαν ὑποτροπιάσας νόσον οἰχήσεται ληφθεὶς αἰχμάλωτος ὑπὸ τῶν ἐν ψυχῇ πολεμίων, ὁ δὲ τὰς ἐξ ἐνέδρας ἐπιβουλὰς αὐτοῦ φυλαξάμενος πάσῃ μηχανῇ διοικισθήσεται. τὸν δὲ διοικισμὸν αὖθις μέν, οὔπω δὲ ποιήσεται. νῦν μὲν γὰρ τὰ θεωρήματα αὐτῷ ὡς ἂν ἄρτι ἀρχομένῳ τῆς θείας θεωρίας πλαδᾷ καὶ σαλεύει· ὅταν δ’ ἤδη παγέντα κραταιότερον ἱδρυθῇ, δυνήσεται τὸ δελεάζον καὶ κολακεῦον ὡς ἐχθρὸν ἀκατάλλακτον καὶ δυσθήρατον φύσει διαζεῦξαι.