Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 149

[149] τούτων καὶ ὁ Λώτ ἐστι θιασώτης, ὅν φησιν οἴχεσθαι μετὰ τοῦ σοφίας ἐραστοῦ. καλὸν δ’ ἦν ἀρξάμενον ἐκείνῳ παρακολουθεῖν ἀπομαθεῖν ἀμαθίαν καὶ μηκέτι παλινδρομῆσαι πρὸς αὐτήν. ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ μιμησάμενον τὸν ἀμείνω βελτιωθῆναι συνέρχεται, ἀλλ’ ὑπὲρ τοῦ κἀκείνῳ παρασχεῖν ἀντισπάσματα καὶ μεθολκὰς καὶ κατὰ τὴν ἔνθεν ὀλίσθους.