Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 146

[146] σπουδαζέτω δ’ ὁ νοῦς μὴ μόνον ἀνενδότως καὶ εὐτόνως ἕπεσθαι θεῷ, ἀλλὰ καὶ τὴν εὐθεῖαν ἀτραπὸν ἰέναι πρὸς μηδέτερα νεύων, μήτε τὰ δεξιὰ μήτε τὰ εὐώνυμα, οἷς ὁ γήινος Ἐδὼμ ἐμπεφώλευκε, τοτὲ μὲν ὑπερβολαῖς καὶ περιουσίαις, τοτὲ δὲ ἐλλείψεσι καὶ ἐνδείαις χρώμενος. ἄμεινον γὰρ ὁδῷ τῇ μέσῃ βαδίζειν ἐστὶ τῇ πρὸς ἀλήθειαν βασιλικῇ (Num. 20,17), ἣν ὁ μέγας καὶ μόνος βασιλεὺς θεὸς ταῖς φιλαρέτοις ψυχαῖς ηὔρυνεν ἐνδιαίτημα κάλλιστον.