[145] διὸ καὶ τὴν ἀρετὴν ὁ νόμος εὐθυβόλῳ προσεῖπεν ὀνόματι Λείαν, ἥτις ἑρμηνευθεῖσα λέγεται κοπιῶσα· τὸν γὰρ τῶν φαύλων βίον ἐπαχθῆ καὶ βαρὺν ὄντα φύσει κοπώδη προσηκόντως αὕτη νενόμικε καὶ οὐδὲ προσιδεῖν ἀξιοῖ, τὰς ὄψεις πρὸς μόνον τὸ καλὸν ἀποκλίνουσα.