Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 133

[133] ἐὰν μέντοι πορευόμενος μήτε κάμῃ, ὡς ὑπενδοὺς ὀκλάσαι, μήτε ῥᾳθυμήσῃ, ὡς παρ’ ἑκάτερα ἐκτραπόμενος πλανᾶσθαι τῆς μέσης καὶ εὐθυτενοῦς διαμαρτὼν ὁδοῦ, μιμησάμενος δὲ τοὺς ἀγαθοὺς δρομεῖς τὸ στάδιον ἀπταίστως ἀνύσῃ τοῦ βίου, στεφάνων καὶ ἄθλων ἐπαξίων τεύξεται πρὸς τὸ τέλος ἐλθών.