Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 132

[132] [cap.24] ἐπιτείνων δὲ τὸν ἀκάθεκτον πόθον τοῦ καλοῦ παραινεῖ καὶ κολλᾶσθαι αὐτῷ· „κύριον“ γάρ φησι „τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ“ (Deut. 10, 20). τίς οὖν ἡ κόλλα; τίς; εὐσέβεια δήπου καὶ πίστις· ἁρμόζουσι γὰρ καὶ ἑνοῦσιν αἱ ἀρεταὶ ἀφθάρτῳ φύσει διάνοιαν· καὶ γὰρ Ἀβραὰμ πιστεύσας „ἐγγίζειν θεῷ“ (Gen. 18, 23) λέγεται.