Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 119

[119] ἔστι δὲ τοῦτο δογματικώτατον· ἐὰν γὰρ ὁ νοῦς ἄνοσος καὶ ἀπήμων διατελῇ, ταῖς περὶ αὐτὸν ἁπάσαις φυλαῖς τε καὶ δυνάμεσιν ὑγιαινούσαις χρῆται, ταῖς τε καθ’ ὅρασιν καὶ ἀκοὴν καὶ ὅσαι αἰσθητικαὶ καὶ πάλιν ταῖς κατὰ τὰς ἡδονάς τε καὶ ἐπιθυμίας καὶ ὅσαι ἀντὶ παθῶν εἰς εὐπάθειαν μεταχαράττονται.