Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 118

[118] [cap.21] Ταῦτα μὲν δὴ πρῶτον διὰ τὸν ἀστεῖον ἑτέροις συντυγχάνειν φησίν, ὅταν ἢ ψόγον ἢ ἔπαινον ἢ εὐχὰς ἢ κατάρας ἐθελήσωσιν αὐτῷ τίθεσθαι· μέγιστον δ’ ἑξῆς, ὅταν ἡσυχάζωσιν ἐκεῖνοι, τὸ μηδὲν μέρος φύσεως λογικῆς ἀμέτοχον εὐεργεσίας ἀπολείπεσθαι· λέγει γὰρ ὅτι „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 3).