[106] [M.453] [cap.19] Πέμπτη τοίνυν ἐστὶ δωρεὰ ἡ κατὰ ψιλὸν μόνον τὸ εἶναι συνισταμένη· λέλεκται δὲ ἐπὶ ταῖς προτέραις, οὐχ ὡς εὐτελεστέρα ἐκείνων, ἀλλ’ ὡς ὑπερκύπτουσα καὶ ὑπερβάλλουσα πάσας. τί γὰρ ἂν εἴη τοῦ πεφυκέναι καὶ ἀψευδῶς καὶ ἀπλάστως ἀγαθὸν εἶναι καὶ εὐλογίας ἐπάξιον τελεώτερον;