[105] συνόλως γάρ, ᾗ φησιν ὁ νόμος, „τὰ δέοντα [29] καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν“ (Exod. 21, 10), τὰ τρία ταῦτα, ἀφαιρεῖσθαι τὴν ψυχὴν οὐκ ἔδει, ἀλλ’ ἕκαστον αὐτῶν βεβαίως προσνέμειν. τὰ μὲν οὖν δέοντα ⟨τὰ⟩ νοητά ἐστιν ἀγαθά, ἃ δεῖ καὶ ἃ χρὴ γενέσθαι λόγῳ φύσεως, ὁ δὲ ἱματισμὸς τὰ περὶ τὸν φαινόμενον τοῦ βίου κόσμον, ἡ δ’ ὁμιλία ἡ καθ’ ἑκάτερον τῶν εἰρημένων εἰδῶν συνέχεια καὶ μελέτη, ἵν’ οἷα τὰ ἀφανῆ νοητὰ τοιαῦτα καὶ τὰ αἰσθητὰ φαίνηται.