Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 80

[80] [cap.15] Ἀποχρώντως δὴ καὶ περὶ τούτων διειλεγμένοι τὰ ἑξῆς ἴδωμεν. ὁ διαβληθεὶς νεανίας ὑπὸ τῆς ἐρωμένης γυναικὸς τῷ δεσπότῃ πλασαμένης ἀντιστρόφους αἰτίας, αἷς ἦν ἔνοχος αὐτή, μηδ’ ἀπολογίας τυχὼν εἰς εἱρκτὴν ἀπάγεται· καὶ γενόμενος ἐν τῷ δεσμωτηρίῳ τοσοῦτον ἀρετῆς μέγεθος ἐπεδείξατο, ὡς καὶ τοὺς πονηροτάτους τῶν ἐκεῖ τεθηπέναι καὶ καταπλήττεσθαι καὶ παρηγόρημα τῶν συμφορῶν ὑπολαμβάνειν ἀλεξίκακον εὑρηκέναι τὸν ἄνθρωπον.