[79] οὕτως οὖν ἠρρενωμένον τὸ φρόνημα καὶ ἐκτὸς πάντων παθῶν ἱστάμενον, ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας, ἄνδρα πολιτικὸν ὁ δεσπότης δῆμος οὐκ ἀνέχεται, συλλαβὼν δ’ ὡς ἐχθρὸν κολάζει τὸν εὔνουν καὶ φίλον, πρὸ ἐκείνου τιμωρούμενος ἑαυτὸν τῇ μεγίστῃ τῶν τιμωριῶν, ἀπαιδευσίᾳ, δι’ ἣν οὐκ ἔμαθεν ἄρχεσθαι, τὸ κάλλιστον καὶ βιωφελέστατον, ἐξ οὗ περιγίνεται καὶ τὸ ἄρχειν.