Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 74

[74] εἰ δὲ μὴ χαίρει τις ταῖς βελτιώσεσιν, ἐπιτιμάτω καὶ γονεῦσι καὶ ἐπιτρόποις καὶ διδασκάλοις καὶ πᾶσι τοῖς κηδεμόσιν, ὅτι τέκνα γνήσια καὶ ὀρφανοὺς παῖδας καὶ φοιτητὰς κακηγοροῦσιν, ἔστι δ’ ὅτε καὶ τύπτουσιν, οἷς οὔτε [19] βλασφημίαν οὔθ’ ὕβριν ὅσιον ἐπιφημίζειν, ἀλλὰ τοὐναντίον τὰ φιλίας καὶ εὐνοίας ὀνόματα.