Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 73

[73] ἐάν τε βουλεύω, γνώμας εἰσηγήσομαι τὰς κοινωφελεῖς, κἂν μὴ πρὸς ἡδονὴν ὦσιν· ἐάν τε ἐκκλησιάζω, τοὺς θῶπας λόγους ἑτέροις καταλιπὼν τοῖς σωτηρίοις χρήσομαι καὶ συμφέρουσιν, ἐπιτιμῶν, νουθετῶν, σωφρονίζων, οὐκ αὐθάδειαν μανιώδη καὶ παράφορον ἀλλὰ νήφουσαν παρρησίαν ἐπιτετηδευκώς.