[46] ἀλλὰ γὰρ οὐχ ὡς δεσπότην μόνον ἀλλὰ καὶ ὡς εὐεργέτην ἤδη τιμᾶν προάγομαι· πάντ’ ἐπιτέτροφέ μοι τὰ οἰκεῖα, οὐδὲν οὐ μικρὸν οὐ μέγα ὑπεξῄρηται τὸ παράπαν δίχα σοῦ τῆς γυναικός· ἀνθ’ ὧν ἄξιον αὐτὸν ἐν οἷς παραινεῖς ἀμείψασθαι; καλὰς [M.49] ὡς ἔοικεν ἀντιπαρέξω δωρεὰς ταῖς προϋπηργμέναις χάρισιν οἰκείας.