[45] σὺ δ’ ἐπιδαψιλευομένη καὶ τριττὸν προστίθης μοι μίασμα κελεύουσα μὴ μοιχεύειν μόνον, ἀλλὰ καὶ δέσποιναν καὶ δεσπότου γυναῖκα διαφθείρειν· εἰ μὴ ἄρα τούτου χάριν παρῆλθον εἰς τὴν ὑμετέραν οἰκίαν, ἵν’ ἀποστὰς τῶν ὑπηρεσιῶν, ἃς δεῖ θεράποντα παρέχειν, μεθύω καὶ ἐμπαροινῶ ταῖς ἐλπίσι τοῦ πριαμένου νοθεύων αὐτοῦ γάμον, οἰκίαν, συγγένειαν.