[265] τί δὲ δεῖ μόνου μεμνῆσθαι τοῦ γενητοῦ πατρός; ἔχομεν τὸν ἀγένητον, τὸν ἄφθαρτον, τὸν ἀίδιον, „ὃς ἐφορᾷ πάντα καὶ πάντων ἐπακούει“ καὶ τῶν ἡσυχαζόντων, τὸν ἀεὶ βλέποντα καὶ τὰ ἐν μυχοῖς τῆς διανοίας, ὃν μάρτυρα καλῶ τοῦ συνειδότος ἐπ’ ἀψευδέσι καταλλαγαῖς.