Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 264

[264] εἰ δὲ καὶ πατρὸς ἕνεκα πάντ’ ἐποίουν τὰ χρηστὰ καὶ φιλάνθρωπα, φυλάξω ταῦτα καὶ πατρὸς τετελευτηκότος· τέθνηκε δ’ οὐδεὶς παρ’ ἐμοὶ κριτῇ τῶν ἀγαθῶν ἀνδρῶν, ἀλλὰ καὶ ζήσεται τὸν ἀεὶ χρόνον ἀγήρως ἀθανάτῳ φύσει, ψυχῇ μηκέτι ταῖς σώματος ἀνάγκαις ἐνδεδεμένῃ.