[260] ἡνίκα γοῦν ὁ ἕβδομος ἐνιαυτὸς τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺς — ἤδη γὰρ [M.78] τῆς εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦν — ἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας ἃ ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν παραφυλάξουσι.