Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 259

[259] καθάπερ τε οἰκίαν μίαν Αἴγυπτον καὶ σὺν αὐτῇ χώρας ἑτέρας καὶ ἔθνη πιεσθέντα τῷ λιμῷ παντὸς λόγου κρεῖττον ἐπετρόπευσεν ὁ ἀνὴρ οὗτος κατὰ τὸ πρέπον διανέμων τὰς τροφὰς καὶ ἀφορῶν οὐκ εἰς τὸ παρὸν μόνον λυσιτελὲς ἀλλὰ καὶ τὴν πρὸς τὸ μέλλον ὠφέλειαν.