[177] νυνὶ δ’ ἀποστὰς τῆς ἡμέρου καὶ ἀμείνονος τάξεως πρὸς τὴν ἀνήμερον καὶ χαλεπὴν ηὐτομόλησε καὶ ταύτης ἀποδειχθεὶς ἡγεμὼν οὕτως ἐθάρσυνε τοὺς συνεφαπτομένους τοῦ παρανομήματος, ὡς ἀνενδότως τὸν ἐπίληπτον ἆθλον διαθλῆσαι. διὰ ταῦτ’ ἐξ ἁπάντων μόνος οὗτος δεθῆναί μοι δοκεῖ.