Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 176

[176] ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν μόνον οὐ συνταγματαρχῶν καὶ τοὺς ἄλλους ἀλείφων ἐπὶ δυσμένειαν· εἰ γὰρ συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ καὶ φιλάνθρωπα βουλευομένῳ, νεώτερος μὲν ἐκείνου, τῶν δ’ ἄλλων πρεσβύτερος ὤν, ἴσως ἂν ἴσως ἐπεσχέθη τἀδίκημα, τῶν τὴν ἀνωτάτω τάξιν καὶ τιμὴν ἐχόντων συμπνεόντων καὶ ὁμογνωμονούντων περὶ πράγματος, ὃ καὶ καθ’ αὑτὸ πολλὴν ῥοπὴν συνεφείλκετο·