Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 159

[159] διεξελθόντων δὲ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφόρησεν ἡ πεδιάς, ἀρχὴν ἐλάμβανεν ὁ λιμός, ὃν ἐπιβαίνοντα καὶ συναυξόμενον οὐκ ἐχώρησεν Αἴγυπτος· ἀναχεόμενος γὰρ καὶ τὰς ἑξῆς ἀεὶ πόλεις καὶ χώρας ἐπικαταλαμβάνων ἄχρι περάτων καὶ τῶν πρὸς ἕω καὶ τῶν πρὸς δυσμὰς ἔφθασε τὴν οἰκουμένην ἐν κύκλῳ πᾶσαν κατασχών.