Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 158

[158] ἐπεὶ δὲ κατὰ τὴν τῶν ὀνειράτων σύγκρισιν ἐνέστη προτέρα τῆς εὐθηνίας ἡ ἑπταετία, τὸ πέμπτον [M.64] τῶν καρπῶν ἀνὰ πᾶν ἔτος συνάγων διά τε τῶν ὑπάρχων καὶ τῶν ἄλλων, οἳ πρὸς τὰς δημοσίας χρείας ὑπηρέτουν αὐτῷ, τοσαύτην ἤθροισε πληθὺν δραγμάτων, ὅσην οὐδείς πω πρότερον [43] [44] γενομένην ἐμέμνητο· πίστις δὲ σαφεστάτη τὸ μηδ’ ἀριθμηθῆναι δύνασθαι, καίτοι μυρία τινῶν πονηθέντων, οἷς ἐπιμελές, περιεργίᾳ διαριθμήσασθαι.