[148] οὐδὲν παγίως καὶ βεβαίως ἱκανὰ καταλαμβάνειν ἐστί. [cap.25] συμβολικῶς μέντοι καὶ ἐπὶ τὸ δευτερεῖον τῶν βασιλικῶν ἁρμάτων ἀναβαίνειν λέγεται δι’ αἰτίαν τοιάνδε· ὁ πολιτικὸς τὰ δευτερεῖα φέρεται βασιλέως· οὔτε γὰρ ἰδιώτης ἐστὶν οὔτε βασιλεύς, ἀλλ’ ἀμφοῖν μεθόριος, ἰδιώτου μὲν ὢν κρείττων, ἐλάττων δ’ εἰς ἀρχὴν αὐτεξούσιον βασιλέως, τῷ δήμῳ βασιλεῖ χρώμενος, ὑπὲρ οὗ πάντα πράττειν προῄρηται καθαρᾷ καὶ ἀδολωτάτῃ πίστει.