Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 147

[147] ὅσῳ τε διαφέρουσιν οἱ παρ’ ἡμῖν [39] [40] ἐγρηγορότες τῶν κοιμωμένων, τοσούτῳ καὶ ἐν ἅπαντι τῷ κόσμῳ τὰ οὐράνια τῶν ἐπιγείων, τὰ μὲν ἐγρηγόρσει χρώμενα ἀκοιμήτῳ διὰ τὰς ἀπλανεῖς καὶ ἀπταίστους καὶ ἐν ἅπασι κατορθούσας ἐνεργείας, τὰ δ’ ὕπνῳ κατεχόμενα, κἂν εἰ πρὸς βραχὺ διανασταίη, πάλιν καθελκόμενα καὶ καταδαρθάνοντα διὰ τὸ μηδὲν εὐθυτενῶς δύνασθαι τῇ ψυχῇ βλέπειν, ἀλλὰ πλάζεσθαι καὶ περιπταίειν· ἐπισκοτεῖται γὰρ ψευδέσι δόξαις, ὑφ’ ὧν ὀνειρώττειν ἀναγκαζόμενα καὶ τῶν πραγμάτων ὑστερίζοντα