Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 107

[107] καὶ τοὺς ὀνείρους διηγεῖτο. ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ’ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς [30] εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν, ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως.