Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 106

[106] ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ —χαρακτῆρες γὰρ ἐπιφαίνονταί τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ’ οἷς τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ — "μαντεύεται" εἶπεν "ἡ ψυχή μου περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ’ ἡμῖν σοφιστῶν ἀποσκεδάσει.“