[99] ὅ τε γὰρ προλαβών, [M.561] ὡς οὐκ ἀπαραίτητον ἀλλ’ εὐμενὲς δι’ ἡμερότητα φύσεώς ἐστι τὸ θεῖον, κἂν ἁμάρτῃ πρότερον, αὖθις μετενόησεν ἀμνηστίας ἐλπίδι, ὅ τε ἔννοιαν λαβών, ὅτι νομοθέτης ὁ θεός ἐστιν, πειθαρχῶν οἷς ἂν προστάττῃ πᾶσιν εὐδαιμονήσει· ὁ δ’ ὕστατος ὑστάτην εὑρήσεται καταφυγήν, ἀποτροπὴν κακῶν, εἰ καὶ μὴ μετουσίαν προηγουμένων ἀγαθῶν.