Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 100

[100] [cap.19] αἵδ’ εἰσὶν ⟨αἱ⟩ ἓξ πόλεις, ἃς καλεῖ φυγαδευτήρια [37] (Num. 35, 12), ὧν αἱ μὲν πέντε ἀπεικονίσθησαν καὶ ἔστιν αὐτῶν ἐν τοῖς ἁγίοις τὰ μιμήματα, προστάξεως μὲν καὶ ἀπαγορεύσεως οἱ ἐν τῇ κιβωτῷ νόμοι, τῆς δ’ ἵλεω δυνάμεως τὸ ἐπίθημα τῆς κιβωτοῦ — καλεῖ δὲ αὐτὸ ἱλαστήριον —, ποιητικῆς δὲ καὶ βασιλικῆς τὰ ὑπόπτερα καὶ ἐφιδρυμένα Χερουβίμ·