Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 97

[97] προτρέπει δὴ τὸν μὲν ὠκυδρομεῖν ἱκανὸν συντείνειν ἀπνευστὶ πρὸς τὸν ἀνωτάτω [35] [36] λόγον θεῖον, ὃς σοφίας ἐστὶ πηγή, ἵνα ἀρυσάμενος τοῦ νάματος ἀντὶ θανάτου ζωὴν ἀίδιον ἆθλον εὕρηται· τὸν δὲ μὴ οὕτως ταχὺν ἐπὶ τὴν ποιητικὴν καταφεύγειν δύναμιν, ἣν Μωυσῆς ὀνομάζει θεόν, ἐπειδὴ δι’ αὐτῆς ἐτέθη καὶ διεκοσμήθη τὰ σύμπαντα — τῷ γὰρ ὅτι γέγονε τὸ πᾶν καταλαβόντι μεγάλου κτῆσις ἀγαθοῦ περιγίνεται, ἡ τοῦ πεποιηκότος ἐπιστήμη, ἡ δ’ εὐθὺς ἀναπείθει τὸ γενόμενον ἐρᾶν τοῦ φυτεύσαντος —·