[96] πάγκαλοι δὲ καὶ εὐερκέσταται πόλεις, ἀξίων σῴζεσθαι ψυχῶν τὸν αἰῶνα ἄρισταί γε καταφυγαί· χρηστὴ δὲ καὶ φιλάνθρωπος ἡ διάταξις, ἀλεῖψαι καὶ ῥῶσαι πρὸς εὐελπιστίαν ⟨ἱκανή. ἧς⟩ τίς ἂν ἐδυνήθη μᾶλλον τοσαύτην τῶν δυναμένων εὐεργετεῖν ἀναδεῖξαι ἀφθονίαν διὰ τὰς διαφορὰς τῶν ἐν τροπαῖς ἀκουσίοις γενομένων, οἷς οὔτε ἰσχὺς οὔτε [ἡ] ἀσθένεια ἡ αὐτή;