Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 87

[87] [cap.17] [M.559] ἄξιον δὲ τῶν περὶ τὸν τόπον αὐτὰ τὰ ἀναγκαῖα μάλιστα ἀκριβῶσαι. ἔστι δ’ ἀριθμῷ [30] [31] τέτταρα· ἓν μέν, διὰ τί οὐκ ἐξ ὧν αἱ ἄλλαι φυλαὶ πόλεων ἔλαχον, ἀλλ’ ἐξ ὧν ἡ Λευιτικὴ μόνη, φυγάσι πόλεις ἀπεκρίθησαν· δεύτερον δέ, διὰ τί ἓξ ἀριθμῷ καὶ οὔτε πλείους οὔτε ἐλάττους· τρίτον, τί δήποτε τρεῖς μὲν πέραν τοῦ Ἰορδάνου, αἱ δ’ ἕτεραι ἐν τῇ Χαναναίων γῇ· τέταρτον, διὰ τί προθεσμία τοῖς φυγάσιν ὥρισται τοῦ κατελθεῖν ὁ τοῦ ἀρχιερέως θάνατος.