Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 86

[86] ὅσοι δὲ διαφορὰν ἑκουσίων καὶ ἀκουσίων ἐπαιδεύθησαν καὶ εὔφημον στόμα ἀντὶ κακηγόρου γλώττης ἔλαχον, κατορθοῦντες μὲν ἐπαινετοί, σφαλλόμενοι δὲ μὴ κατὰ γνώμην οὐ πάνυ ψεκτοί· διὸ καὶ πόλεις αὐτοῖς εἰς καταφυγὴν ἀπεκρίθησαν (Num. 35).