Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 52

[52] λέγωμεν οὖν μηδὲν τῆς ἐν τοῖς ὀνόμασι διαφορᾶς φροντίσαντες τὴν θυγατέρα τοῦ θεοῦ σοφίαν ἄρρενά τε καὶ πατέρα εἶναι, σπείροντα καὶ γεννῶντα ἐν ψυχαῖς μάθησιν, παιδείαν, ἐπιστήμην, φρόνησιν, καλὰς καὶ ἐπαινετὰς πράξεις. ἐνθένδε ὁ ἀσκητὴς Ἰακὼβ μνᾶται γάμον ἑαυτῷ· πόθεν γὰρ [M.554] ἄλλοθεν ἢ ἐκ τοῦ σοφίας οἴκου κοινωνὸν εὑρήσει γνώμην ἀνεπίληπτον, ᾗ πάντα συνδιατρίψει τὸν αἰῶνα;