Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 51

[51] πατέρα δὲ τῆς Ῥεβέκκας Βαθουὴλ εἶπε. καὶ πῶς ἥ γε θυγάτηρ τοῦ θεοῦ, σοφία, λέγοιτ’ ἂν ἐνδίκως εἶναι πατήρ; ἢ διότι ὄνομα μὲν θῆλυ σοφίας ἐστίν, ἄρρεν δὲ ἡ φύσις; καὶ γὰρ αἱ ἀρεταὶ πᾶσαι προσρήσεις μὲν ἔχουσι γυναικῶν, δυνάμεις δὲ καὶ πράξεις ἀνδρῶν τελειοτάτων· ἐπειδὴ τὸ μετὰ τὸν θεόν, κἂν εἰ τῶν ἄλλων ἁπάντων πρεσβύτατον εἴη, δευτέραν ἔχον χώραν θῆλυ ὡς ἂν παρὰ ἄρρεν τὸ τὰ ὅλα ποιοῦν ἐλέχθη κατὰ τὴν πρὸς τἄλλα ὁμοιότητα· ἀεὶ γὰρ προνομίαν τοῦ ἄρρενος ἔχοντος ἐνδεῖ καὶ ὑστερίζει τὸ θῆλυ.